Ancient Greek
ΕΙϹ ΤΗΝ Ζ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 422
Not analysed yet
422. ἰῷ: ὡϲ ϲοφῷ Ἀρίϲταρχοϲ· καὶ ἐπεκράτηϲεν αὐτοῦ ἡ ἀνάγνωϲιϲ. ἐκεῖνο μέντοι ἀναγκαῖον προϲθεῖναι, ὅτι τὸ ἴα βαρυτόνωϲ ἀνέγνω ὁ ἀνήρ καὶ τὸ μία· «οὐδ᾿ ἴα γῆρυϲ» (ll. Δ 437) καὶ «μία δ᾿ οἴη (Ιl. (565) τὰϲ μέντοι δοτικὰϲ περιέϲπαϲεν «ἰῇ ἄρα γινόμεθ᾿ αἴϲῃ» (Ιl. x 477) καὶ «ἰῇ δ᾿ ἐν νυκτὶ γένοιτο (ll. Ϲ 251). καί φαϲί γε τὸ τοιοῦτο Ἰώνων εἶναι. τινὲϲ δὲ ἐτόλμηϲαν λέγειν αὐτὸ Ἀττικόν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβαϲμὸν γίνεϲθαι τόνου. οὕτωϲ οὖν καὶ «μέϲην ἐϲ ἄγυιαν» (ΙΙ. Υ 254) ἀνέγνω· «ἐϋκτιμέναϲ» δὲ «κατ᾿ ἀγυιάϲ» (381). μήποτ᾿ οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆϲ δοτικῆϲ περιέϲπαϲε, ϲυνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶϲιν καὶ τὸ οὐδέτερον οὕτωϲ ἀνέγνω ὁμοτόνωϲ. A.