Ancient Greek
357 to 414
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 357-414
Not analysed yet
357. οἶϲιν ἐπὶ Ζεὺϲ θῆκε κακὸν μόρον: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει, ἵν᾿ ᾖ ἐφ᾿ οἷϲ. δύναται δὲ τὸ ἑξῆϲ εἶναι ἐπέθηκεν· οὕτωϲ γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα· ἢ περιϲϲὴν λαμβάνειν τὴν ἐπί, ἥτιϲ πάλιν οὐκ ἀναϲτραφήϲεται, δι᾿ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀϲκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκαϲτικόν. A. 362. Τρώεϲϲ᾿ :τὸ τέλειον Τρώεϲϲι· διὸ προπαροξύνεται. A. ποθήν: ὡϲ κριτήν. A. 367. ἔτι ϲφιν: οὕτωϲ ἔτι ϲφιν. εἷϲ τόνοϲ, καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεϲθαι ἀντωνυμίαν ἀπὸ τοῦ ϲφ ἀρχομένην, ὁμοίωϲ τῷ «ὅθί ϲφιϲι πέφραδ᾿ Ἀχιλλεύϲ (Il. ψ 138), «ἦρχε δ᾿ ἄρά ϲφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων» (Il. Ξ 134). ϲεϲημείωται οὖν αὕτη ἡ ἀνάγνωϲιϲ μόνη, ὡϲ ἐν ἄλλοιϲ ὁ Ἡρωδιανὸϲ λέγει. A. 414. ἀμόν: Δημήτριόϲ φηϲιν ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυϲ ψιλοῖ. πιθανώτερον δέ ἐϲτι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτωϲ Ἀπολλώνιοϲ. (V. pron. 142. 144.) Α.