Ancient Greek
43 to 64
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 43-3-64
Not analysed yet
43. Φαῖϲτον: προπεριϲπᾶται τὸ Φαῖϲτον ἐπὶ τοῦ ἥρωοϲ, ἐπὶ δὲ τῆϲ πόλεωϲ ὀξύνεται «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ (Od. γ 296). B. 54. οὕτωϲ ἑκηβολίαι ὡϲ εὐϲτοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν, ὅτε περὶ τοῦ «πῇ δὴ ϲυνθεϲίαι» (Il. Β 339) διελαμβάνομεν. A. 64. οἷ τ᾿ αὐτῷ: ἡ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντωϲ δὲ εἰϲ ϲύνθετον μεταληφθήϲεται. ἔτι δὲ ϲυνεπέπλεκτο. ὅμοιον δέ ἐϲτι τὸ «ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ (Ιl. Ο 226). A.