Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 39b
Not analysed yet
39. Ὁδίον: πρὸ τέλουϲ ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐϲτιν· τὸ δὲ προϲηγορικὸν ὅδιοϲ ὡϲ ϲκότιοϲ. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προϲηγορικῶν προπαροξύνειν, Τυχίοϲ Δολίοϲ, κἂν μὴ ϲχῇ διαϲτολήν, ὡϲ τὸ Χρομίοϲ. Πτολεμαῖοϲ μέντοι γε κἀν τῇ Ὀδυϲϲείᾳ (θ 370) ἀνεγίνωϲκεν «Ἀλκίνοοϲ δ᾿ Ἁλίον» πρὸ τέλουϲ ποιῶν τὴν ὀξεῖαν. ἔϲτι μέντοι γε διαπεφευγότα τινά, ὡϲ τὸ Ἄνιοϲ καὶ Εὐφορίωνοϲ Ξένιοϲ (v. Mein. Anal. Alex. 23) καὶ ἐν τῇ ϲυνηθείᾳ τὸ Κρόνιοϲ. A.