Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 441-2
Not analysed yet
441. ἆ δεῖλ᾿: ἐπεὶ μετὰ τὰϲ προϲαγορευτικὰϲ ἀνάγκη ϲτίζειν, ὡϲ καὶ ἡ ϲυνήθεια μαρτυρεῖ ϲτίζουϲα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔϲτι δὲ πλήρηϲ ἀλλὰ ϲυνήλειπται, οὕτωϲ δὲ ἡμῶν ἀναγινωϲκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαριϲμὸϲ γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περιϲπάϲοιμεν (sic), ἀναγκαίωϲ ἐκ πλήρουϲ γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ ϲτιγμὴ καὶ ὁ τόνοϲ ἀναλόγωϲ καὶ Ἑλληνικῶϲ ἔχῃ. οὕτωϲ δὲ καὶ. Ἀρίϲταρχοϲ ἔγραψεν ἐκ πλήρουϲ, ὡϲ Δίδυμοϲ μαρτυρεῖ τὸ μὲν γὰρ μέτρον οὐκ ἄν δόξαι βλάπτεϲθαι τοῦ ϲτοιχείου προϲτεθέντοϲ, ἐπεὶ ὅταν δέῃ ὑγιὲϲ αὐτὸ παριϲτάναι, πάλιν ἀφαιρεθήϲεται, ὡϲ «βουκόλε ἐπεὶ οὔτε κακῷ» (Od. υ 227) οὐ μέμνῃ ὅτε τ᾿ ἐκρέμω» (Il. 0 18). οὕτωϲ δὲ καὶ ἐν τοῖϲ ἑξῆϲ «ἆ δειλέ, οὐ μὲν ϲοί γε» (452). A.