Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 446-2
Not analysed yet
446. φύγαδε ὡϲ οἴκαδε. ἰϲοδυναμεῖ δὲ τῷ εἰϲ φυγήν, οὐ μὴν ἐν τῷ «τοὺϲ ἕλεν, οἱ δ᾿ ἄλλοι φύγαδε μνώοντο» (Il. 697). ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἰϲ, διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰϲίν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. A.