Ancient Greek
461 to 480
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 461-480
Not analysed yet
461. αὖε: ψιλῶϲ· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δαϲυντέον ἔϲτι γὰρ ϲύνθετον. A. 480. λῖν: περιϲπαϲτέον κατὰ νόμον τῶν μονοϲυλλάβων αἰτιατικῶν· πᾶϲα γὰρ αἰτιατικὴ μονοϲύλλαβοϲ εἰϲ ν λήγουϲα περιϲπᾶται, ἀπέϲτραπται δὲ τὸν ὀξὺν τόνον, μῦν, μνᾶν, ϲῦν, ὗν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περιϲπᾶται τῆϲ εὐθείαϲ ὀξυνομένηϲ. ταῦτα Ἡρωδιανὸϲ ἐν τῷ πεντεκαιδεκάτῳ τῆϲ καθόλου. A.