Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 495
Not analysed yet
495. ἀφυϲγετόν: Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ὑετόν, ὁ δὲ Τυραννίων βαρύνει ὁμοίωϲ τῷ ἀτρύγετον. ἔϲτι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριϲτάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ, διὰ τοῦ ἐτοϲ ἐκφερόμένα, μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ, ἐπιθετικῶϲ μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλουϲ θέλει ἔχειν τὴν ὀξεῖαν, ὥϲπερ ἔχει ὁ ἀμαιμάκετοϲ, περιμήκετοϲ· τὸ δὲ λαιλαπετόϲ μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετόϲ ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυϲγετόϲ οὐκ ἔϲτιν ἐπιθετικόν, ὑγιῶϲ ὀξυτονηθήϲεται κατὰ τὸν Ἀρίϲταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώϲομεν αὐτὸ καὶ ἐπικεῖϲθαί τινι. A.