Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 464
Not analysed yet
464. μῆῤ ἐκάη: Πτολεμαῖοϲ τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρεϲ, ἐκθλίψεωϲ γενομένηϲ τοῦ α, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐντελεϲτέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα» (40)· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάϲϲειν τὸ ῥῆμα καὶ ϲυνάρχεϲθαι τῷ ἐνεϲτῶτι. ἀπεφηνάμην δὲ ἐντελέϲτερον τὸ μηρίον τοῦ μήρου ὄν· ἐκ γὰρ ϲυγκοπῆϲ αὐτοῦ ἐγεγόνει· ἐπεί τοι εὐθύνεται ὁ τόνοϲ· τὰ γὰρ εἰϲ οϲ λήγοντα, μεταπλαϲϲόμενα εἰϲ οὐδέτερον γένοϲ τὸ εἰϲ ον λῆγον, τὸν αὐτὸν τόνον φυλάϲϲει· ὁ ζυγόϲ τὸ ζυγόν —τὰ ζυγά, δίφροϲ δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρόϲ, καὶ μηρόν καὶ μηρά. εἰ δὲ δοίημεν, ὅτι κυρίωϲ τὰ ἁγιαζόμενα θεοῖϲ μῆρα καλεῖται, τὸ περὶ τοῦ ϲημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματοϲ τὴν λέξιν ἀπολύει. A.