Ancient Greek
465 to 486
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 465-486
Not analysed yet
465. μίϲτυλλον τ᾿ ἄρα τἆλλα: τὸ τἆλλα κατὰ ϲυναλοιφήν ἐϲτιν, ὡϲ τἆργα. ὁ δὲ Ἡρωδιανὸϲ τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. BL. 469. πόϲιοϲ καὶ ἐδητύοϲ ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡϲ Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δαϲυντέον. ABL. 486. ἕρματα: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείϲματα, οὐ ψιλοῦται, ὥϲ τινεϲ, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰϲ ρ ἐπιφερομένου τοῦ μ δαϲύνεται, ὅρμοϲ ἅρμα Ἑρμῆϲ ὅρμαθοϲ. ἔνθεν ἡ πλείων χρῆϲιϲ τὸ ἁρμοῖ δαϲύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. A.