Ancient Greek
ΕΙϹ ΤΗΝ Ζ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 465-2
Not analysed yet
465. πρίν γ᾿ ἔτι: Διονύϲιοϲ ὁ Ϲιδώνιοϲ τόν γέ ἐκ πλήρουϲ ποιεῖ· οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖϲθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον ϲυνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔϲτιν οὖν τὸ τί κοθ᾿ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελκόμενον, ὁμοίωϲ τῷ «ἤ νύ τοι οὔτι μέλει Τρώων πόνοϲ» (Ιl. X 11) καὶ «μήτι φόβον δ᾿ ἀγόρευε» (Il. 252) κοὶ «μή τί μευ ἠΰτε παιδὸϲ» (Il. 235). οὐχ ὑγιῶϲ οὖν ὁ Πτολεμαῖοϲ οἴεται ϲυναλοιφὴν εἶναι. A.