Ancient Greek
489 to 518
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 489-518
Not analysed yet
489. τὰ πρῶτα: τινεϲ πρωτά, ὡϲ γνωτά, ἵν᾿ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶϲ. A. 518. ἠθεῖε: Ἀρίϲταρχοϲ προπεριϲπᾷ ὡϲ οἰκεῖε. καὶ ἴϲωϲ παρὰ τὸ θεῖοϲ, λέγω δὲ τὸ ϲημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεοναϲμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐϲτὶ πρὸϲ πρεϲβύτερον ἀδελφὸν ἔχουϲα ϲεβαϲμὸν προϲφώνηϲιϲ. οὐκ ἀγνοῶ δὲ ὅτι ϲυγχεῖται ἐν τοῖϲ μεθ᾿ Ὅμηρον. A.