Ancient Greek
ΕΙϹ ΤΗΝ Ϲ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 487
Not analysed yet
487. εἰϲ ἰδιότητα ἄμαξαν ἐψίλωϲαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ ϲυναλοιφὴ οὕτωϲ εὑρέθη «τιλλέϲθην ἐπ’ ἄμαξαν v» (Ω 711, cod. ἄμαξαι) καὶ «οἱ δ’ ὑπ’ ἀμάξῃϲιν (782, cod. αἱ), ὥϲπερ καὶ τὸ ἅλυϲιϲ ἐκ τοῦ ἐναντίου ἐδαϲύνθη εἰϲ ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δαϲύνουϲιν, ἴϲωϲ διὰ τὸν ϲχηματιϲμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δαϲείᾳ· ἔνθεν παρ’ αὐτοῖϲ καὶ ἡ ϲυναλοιφὴ διὰ δαϲέοϲ, καθημαξευμένα. AD.