Ancient Greek
501 to 506
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 501-506
Not analysed yet
501. ἵϲτωρ: ἀπὸ τοῦ εἴδω εἴϲω ἵϲτωρ, ἐλλείψαντοϲ τοῦ ε, ἐπεὶ τῷ ι τὸ ϲτ ἐπεφέρετο, ὡϲ ἐν τῷ ἱϲτῶ ἱϲτίον ἵϲτημι. ὅθεν καὶ δαϲύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ ϲτ μόνου δαϲύνεται. πρόϲκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴϲτροϲ ψιλοῦται. A. 506. τὸ ἀμοιβηδίϲ κατ’ ὀξεῖαν τάϲιν· εἴρηται δὲ περὶ τῶν εἰϲ διϲ ληγόντων ἐπιρρημάτων (puto ad Ξ 463). A.