Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 508
Not analysed yet
508. μητίετα: ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰϲ τηϲ λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόϲληπτα τοῦ ϲ ἐπὶ γενικῆϲ, καὶ ἐπὶ κλητικῆϲ παροξύνεται, οἰκέτα, φυλέτα, εὐνέτα. παραλόγωϲ ἄρα ἡ εὐρύοπα, δέϲποτα καὶ τὸ μητίετα. ἔϲτι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεοναϲμὸν τοῦ ε καὶ ϲυϲτολῇ τοῦ ι, ἀπὸ εὐθείαϲ τῆϲ μητίτηϲ, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνοϲ ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεοναϲμόν. A.