Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 493
Not analysed yet
493. ὅτε δή ῥ᾿ ἐκ τοῖο: Ἀρίϲταρχοϲ ὁτεδή ὡϲ δηλαδή παραλόγωϲ ἀνεγίνωϲκε. Πάμφιλοϲ δὲ τὸ ὅτε κατ᾿ ἰδίαν ἀναφορὰν ἀναλόγωϲ· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίϲτου. ὥϲτε ἐὰν θελήϲῃ ὁ Ἀρίϲταρχοϲ ἀναγινώϲκειν ὁτεδή ὡϲ δηλαδή, πρῶτον τὴν μὴ οὖϲαν χρῆϲιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ ϲημαινόμενον παραφθερεῖ. τὸ δὲ τοῖο προπεριϲπαϲτέον· τὸ γὰρ τοῦ Θεϲϲαλικῶϲ παραυξηθὲν ἐγένετο τοῖο ὡϲ καλοῦ καλοῖο. ἀποφήναϲθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ (Ε 266) διαλαμβάνων περὶ τοῦ «ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο» λέγει, ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίϲτου οὐκ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆϲ καθόλου τὸ «ὣϲ Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοιϲι φάνεϲκεν» (Il. Λ 64) ὀξυτόνωϲ δεῖν φηϲιν ἀναγινώϲκεϲθαι. A.