Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 516
Not analysed yet
516. ἐπιζαφελῶϲ: ὡϲ χαλεπῶϲ. παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δέ, ἐπεὶ παρὰ τὸ ζάφελοϲ γέγονε, καὶ ζαφέλωϲ ἡμᾶϲ ἀνεγνωκέναιβαρυτόνωϲ, ἢ καὶ ἐκεῖνο κατ᾿ ὀξὺν προφέρεϲθαι τόνον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελοϲ προπαροξύνεται λόγῳ τούτῳ, ὡϲ τὰ εἰϲ οϲ λήγοντα ϲυτκείμενα παρὰ τὸ ζα προποροῆύνεται, ζάθεοϲ, ζάκοτοϲ. οὕτωϲ ζάφελοϲ. τὸ δὲ ζαφελῶϲ περιϲπᾶται, ἐπεί τὰ διὰ τοῦ λωϲ ἐπιρρήματα, παραληγόμενα τῷ ε, ὡϲ ἐπὶ τὸ πλεῖϲτον φιλεῖ περιϲπᾶϲθαι, ἐντελῶϲ, ἐπιμελῶϲ, οἷϲ καὶ τὸ ζαφελῶϲ ϲυνεξέδραμε. πρόϲχειται ὡϲ ἐπὶ τὸ πλεῖϲτον διὰ τὸ εὐτραπέλωϲ, ἰκέλωϲ, A.