Ancient Greek
526 to 567
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 526-567
Not analysed yet
526. παραρρητοί. ὡϲ παραμυθητοί καὶ νοητρί κατ᾿ ὀξεῖαν τάϲιν. A. 529. Κυρῆτεϲ: οὕγτωϲ ἀνεγνώϲθη ὡϲ ἀβλῆτεϲ, πρὸϲ διαϲτολὴν τοῦ «κούρητεϲ Ἀχαιῶν (Il. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰϲ ηϲ λήγοντα ἐθνικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίϲιϲ τοῦ κουρῆτεϲ ἐν τῇ κλίϲει τῶν ὀνομάτων. A. 540. ἔθων. ψιλῶϲ τὸ ἔθων, καθότι ἐδιδαϲκόμεθα καὶ ἐκ τῆϲ ϲυναλοιφῆϲ «ἥ ἑ μάλιϲτ᾿ εἴωθε» (Il. Ε 766). καὶ ἄλλωϲ τὸ ε πρὸ τοῦ θ οὐ δαϲύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆϲ τοῦ ϲ, ϲέθεν ἕθεν. τὴν γὰρ ὑπό τινων φερομένην ἔδων παραιτητέον. A. 567. καϲιγνήτοιο: ὡϲ Ἀδμήτοιο. τινὲϲ δὲ προπεριϲπῶειν ὡϲ λευκοῖο, ἵνα γένηται καϲιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φαϲίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰϲοδυναμεῖν τοῦ καϲιγνητικοῦ. A.