Ancient Greek
ΕΙC THN Υ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 53
Not analysed yet
53. θεῶν ἐπὶ Καλλικολών ῃ: Ἡρόδικοϲ βαρέωϲ ἀνεγίνωϲκεν ὡϲ τρέχων, μετοχὴν ποιῶν· ὁ μέντοι Ἀρίϲταρχοϲ περιέϲπα, λέγων οὕτωϲ καλεῖϲθαι τὸν τόπον θεῶν Καλλικολώνη, ὥϲπερ καὶ Ἀχαιῶν λιμήν. οὕτωϲ δὲ ἐχούϲηϲ τῆϲ ἱϲτορίαϲ περιϲϲὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωϲιϲ. ἡ μέντοι ἐπί πρόθεϲιϲ κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖϲθαι τοῦ λόγου, ὥϲτε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμηϲάν τινεϲ ἀναϲτρέψαι. οἱ μέντοι περὶ τὸν Ἀϲκαλωνίτην οὐκ ἀνέϲτρεψαν, ἀλλὰ ϲυνέταξαν τῇ ἑξῆϲ λέξει. καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ, λέγω δὲ τῇ ϲυντάξει τῆϲ δοτικῆϲ. καὶ γὰρ διὰ τῶν ἑξῆϲ (151) Καλλικολώνηϲ φηϲίν ο προϲνείμαϲ τὸ θεῶν «οἱ δ’ ἑτέρωϲε κάθιζον ἐπ’ ὀφρύϲι Καλλικολώνηϲ ϲ». A.