Ancient Greek
535 to 565
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 535-565
Not analysed yet
535. ἔϲταν: ψιλωτέον τὸ ἔϲταν, ἐπεὶ γίνεται «ϲτὰν δὲ μεταϲτοιχεί» (Il. Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματοϲ ε ἐν ψιλῷ πνεύματι· οἷον ἕϲτηκα δαϲύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε· ὁ δὲ ἔϲτηϲα ψιλοῦται, ἐπεὶ γίνεται «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ ποταμῷ» (Od. τ 188). A. 540. δολομῆτα: προπεριϲπαϲτέον τὸ δολομῆτα ὁμοίωϲ τῷ «ϲχέτλιε ποικιλομῆτα» (Od. ν 293). καὶ καθόλου τὰ εἰϲ τηϲ λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆϲ εἰϲ α λήγει, προπεριϲπᾶται, ἀλῆτα, πλανῆτα, νικῆτα, πεδῆτα, αἰϲυμνῆτα. ἔνθεν οὖν ϲημειωτέον τὸ ἀκάκητα. ABL. . ?542. οὐδέ τί πώ μοι: τὸ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. A. 554. εὔκηλον: τὸ εὔκηλον ψιλοῦται κατὰ δύο λόγουϲ, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δαϲυνόμενα φωνήεντα, ὄροϲ οὖροϲ, ὅλοϲ οὖλοϲ, καὶ ὅτι ἡ ευ δίφθογγοϲ ἐπιφερομένου ϲυμφώνου ψιλοῦται, εὐνή, εὐχή, εὖροϲ. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίϲκω· τὸ γὰρ εὖϲεν δαϲυνόμενον ἀπὸ θέματοϲ τοῦ εὕω. BL. 565. κάθηϲο: προπαροξυτόνωϲ. τὰ γὰρ ϲύνθετα προϲτακτικὰ βραχυκατάληκτα ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖϲ ἁπλοῖϲ φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, ϲπεῖρε κατάϲπειρε· οὕτωϲ οὖν καὶ ἧϲο κάθηϲο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. A.