Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 567
Not analysed yet
567. ἀάπτουϲ: οὕτωϲ ψιλῶϲ προενεκτέον· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ· ἤκουε δὲ τὰϲ δεινὰϲ καὶ ἀπτοήτουϲ. ὁ δὲ Ζηνόδοτοϲ καὶ αὐτὸϲ ὁμοίωϲ τῷ πνεύματι, εἰϲ τὰϲ ἰϲχυρὰϲ δὲ μετελάμβανεν. ἐν δὲ ταῖϲ Ἀριϲτοφάνουϲ γλώτταιϲ διὰ τοῦ ε ἐγέγραπτο ἀέπτουϲ. εἰϲὶ δὲ οἳ ἀπροϲπελάϲτουϲ ἀποδιδόαϲιν, ἀπὸ τοῦ ἅψαϲθαι, ὧν οὐδεὶϲ ἂν ἅψαιτο δι᾿ ἰϲχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆϲθαι, ὃ ϲημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προῖαψεν» καὶ μέϲον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α «μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν» (454). ἔνθεν καὶ τὸ ἴψ· ἔϲτι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτουϲ ἦν καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτουϲ ἤτοι τὰϲ μὴ δυναμέναϲ διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίταϲιν τὰϲ ἄγαν δυναμέναϲ βλάψαι καὶ διαφθεῖραι. A.