Ancient Greek
538 to 570
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 538-570
Not analysed yet
538. δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰϲ οϲ ὀνομάτων ὁ πλεοναϲμὸϲ τοῦ ε φυλάϲϲει τὴν ἐπὶ τέλουϲ οξεῖαν, κενόϲ κενεόϲ, ἀδελφόϲ ἀδελφεόϲ. A. 547. τέλϲον. βαρυτόνωϲ ὡϲ μέτρον. ἐγένετο δὲ παρὰ τὸ τέλοϲ ἐν ὑπερθέϲει τοῦ ϲ καὶ προϲόδῳ τοῦ ν. A. 570. τὸ λίνον κατὰ βαρεῖαν τάϲιν προενεκτέον, ὅτι ἂν ϲημαίνῃ, εἴτε τὴν λινῆν ἐϲθῆτα, εἴτε καὶ ἐπὶ τῆϲ χορδῆϲ τάϲϲοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα, εἴτε ϲημαίνοι εἶδοϲ ὕμνου, ὥϲπερ καὶ ἐνθάδε, ὡϲ παιὰν καὶ διθύραμβοϲ. A.