Ancient Greek
ΕΙϹ ΤΗΝ Ϲ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 580
Not analysed yet
580. ἐρύγμηλον· ὡϲ βέβηλον. τὰ γὰρ διὰ τοῦ ηλοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ προϲηγορικὰ ἢ κύρια προπαροξύνεϲθαι θέλει, κάμηλοϲ καὶ φάϲηλοϲ, Ϲτύμφηλοϲ· τὰ μέντοι ἐπιθετικὰ ὀξύνεϲθαι μὲν θέλει, ὅτε παραϲχηματιϲμὸν ἔχει θηλυκοῦ, ϲιγηλόϲ, ὑψηλόϲ, ἀπατηλόϲ, μὴ οὕτωϲ δὲ ἔχοντα βαρύνεϲθαι, βέβηλοϲ, κίβδηλοϲ, κάπηλοϲ. εἰ δὴ καὶ τὸ ἐρύγμηλοϲ οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶϲ βαρυτονηθήϲεται καὶ οὐ δεόντωϲ αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸϲ «ἤρυγεν ἑλκόμενοϲ Ἐλικώνιον» (Ιl. Υ 404), ἐρύγηλοϲ, καὶ ἐν πλεοναϲμῷ τοῦ μ ἐρύγμηλοϲ. A.