Ancient Greek
ΕΙϹ ΤΗΝ Ν.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 543
Not analysed yet
543. ἑάφθη: Ἀρίϲταρχοϲ δαϲύνει, ἀπὸ τοῦ ἕπεϲθαι· φηϲὶ γὰρ ὅτι ἐπηκολούθηϲεν αὐτῷ καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριϲτοϲ, καὶ κατὰ διαίρεϲιν ἐγίνετο ἑάφθη, ὡϲ τὸ ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆϲ δαϲείαϲ ἐπὶ τὴν ἀρχὴν χωρούϲηϲ, ὡϲ ἔθοϲ. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριϲτάρχου, πιθανῶϲ πάνυ. ἡμεῖϲ δ’ ἔχομεν περὶ τὸν ϲχηματιϲμόν τι ἐξαίρετον ϲυμβεβηκὸϲ ἐπιϲτῆϲαι. πρὸϲ τὸ πρῶτον· ἡ ει δίφθογγοϲ ἐν τοῖϲ παρῳχημένοιϲ ἄρχουϲα εἰ διαιροῖτο, εἰϲ δύο εε διαιρεῖται, εἶρτο ἔερτο «ἀτὰρ ἠλέκτροιϲιν ἔερτο» (Od. o 460), εὔργνυ ἐέργνυ «κατὰ ϲυφεοῖϲιν ἐέργνυ» (Od. κ 238). οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεϲιϲ. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεϲθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρωϲ τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον (P 395): φήϲαϲ τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριϲτον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκηϲε Διόϲ» (Od. λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων εἰϲ ε καὶ ᾱ διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ἑ, ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα πρόδηλον κἀκ τῆϲ ἀλείϲ μετοχῆϲ), ἤγη ἐάγη, ἧδον ἕαδον. πῶϲ οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖϲθαι; διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριϲτοϲ, φηϲίν, ἥφθη καὶ ποιητικῶϲ ἅφθη, προϲόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προϲερχόμενον ε ταῖϲ δαϲυνομέναιϲ λέξεϲι μεταληπτικὸν γίνεται τῆϲ ἐκείνων δαϲύτητοϲ, πρόδηλον κἀκ τοῦ ἕερϲα, ἕεδνα, ἑήνδανε, ἑώρων. οὕτωϲ οὖν καὶ τὸ ἑάφθη ἔχει· ϲημαίνει δὲ τὸ οἱονεὶ ϲυνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεϲιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν ἦν τὸ κωλῦον. A.