Ancient Greek
693 to 759
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 693-759
Not analysed yet
693. Φθίων ὡϲ Χίων βαρυτόνωϲ· καὶ γὰρ Φθῖοι ὡϲ Χῖοι: «Λοκροὶ καὶ Φθῖοι» (686). A. 707. τέλϲοϲ ὡϲ χέρϲοϲ· γέγονε δὲ κατὰ μεταβολήν, παρὰ τὸ τέλοϲ πλεονάϲαντοϲ τοῦ ϲ. A. 727. οὕνεκά τοι περὶ δῶκε θεὸϲ πολεμήια ἔργα: τὸ περίἀντὶ τοῦ περιϲϲῶϲ· τὸ δὲ δῶκε προπεριϲπαϲτέον. A. 734. περιϲπαϲτέον τὸ πολεῖϲ ὡϲ ταχεῖϲ, ὁμοίωϲ τῷ «πολεῖϲ ὀλέϲαντ’ αἰζηούϲ» (Il. Ο 66). τοῦτο δέ φημι, ἐπεί τινεϲ βούλονται ἕνεκα ἐμφάϲεωϲ μείζονοϲ βαρυτόνωϲ ἀναγινώϲκειν, οἷϲ μάχεται καὶ ἡ ὀρθογραφία ἡ κατ’ Ἴωναϲ. A. 759. Ὑρτάκου ὡϲ θυλάκου. τὰ γὰρ εἰϲ κοϲ λήγοντα τριϲύλλαβα, τὴν πρώτην ϲυλλαβὴν εἰϲ ἀμετάβολον καταλήγουϲαν ἔχοντα, προπαροξύνεται, Λάμψακοϲ, Ῥύνδακοϲ «Ῥύνδακον ἀμφὶ βαθύϲχοινον«. οὕτωϲ οὖν καὶ Ὕρτακοϲ. A.