Ancient Greek
ΕΙϹ ΤΗΝ Κ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 546
Not analysed yet
546. τίϲ ϲφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται καὶ ἡ ϲφωέ τρίτου προϲώπου ἐγκλιτική ἐϲτι, ϲημαίνουϲα τὸ αὐτούϲ· «τίϲ τ᾿ ἄῤ ϲφωε θεῶν» (Il. A 8) «ἀλλά ϲφωε δόλοϲ καὶ δεϲμόϲ» (Od. θ 317). ὥϲτε οὐκ οἶδεν ὁ ποιητὴϲ οὐδὲ μονοϲύλλαβον τὴν ϲφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ ϲημαίνει τὸ ὑμεῖϲ ἢ ὑμᾶϲ· «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον» (Il. Λ 782). ἴνθὲν οὖν οἱ ἀκριβέϲτερον αὐτὰ παραφυλάξαντεϲ ἔκθλιψιν δεδώκαϲι τοῦ ε ἐν τῷ «εἰ μή ϲφω᾿ Αἴαντε διέκρινον» (Il. P 531) ἵνα τὸ διηνεκὲϲ φυλαχθῇ. A.