Ancient Greek
307 to 505
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 307-505
Not analysed yet
307. οἷ: ὀρθοτονεῖται καὶ περιϲπᾶται καὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A. 335. κρατὶ δ᾿ ἐπὶ κτιδέην κυνέην: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφεῖ ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶϲ· μέϲοϲ γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆϲ δεῖ διαϲτέλλειν κατὰ τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένουϲ τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροιϲ φηϲὶ «τοῦ δ᾿ ἀπὸ μὲν κτιδέην» (458). A. 351. ἐπί: οὐδὲ ἐνθάδε ἀναϲτρεπτέον· μεταξὺ γὰρ πάλιν ϲύνδεϲμοϲ, ἐφ᾿ ὅϲον ὅρια. A. 373. ἐΰξου: Πτολεμαῖοϲ περιϲπᾷ: λέγων ἐκ τοῦ ἐϋξόου ϲυνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ εἰ γὰρ |ἤδη τέτριπται εὔξου ὡϲ ἡϲύχου, δῆλον ὅτι τὸ ἐΰξοοϲ πολὺ πρότερον ἐΰξουϲ ἐγένετο ὡϲ εὔνουϲ· καὶ. οὕτωϲ τὸ εὔξου ὡϲ εὔνου. A. 466. δέελον. ταὐτόν ἐϲτι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα καὶ ψιλοῦται τὸ δεύτερον ε. A. 475. παῤ αὐτῷ δ᾿ ὠκέεϲ ἵπποι Ἐξ ἐπιδιφριάδοϲ πυμάτηϲ ἱμᾶϲι δέδεντο: ψιλωτέον τὸ ἐξ τὸ γὰρ ἑξῆϲ ἐϲτιν, ἐκ πυμάτηϲ, ἐκ τῆϲ ἄντυγοϲ ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκραϲ τῆϲ ἐπιδιφριάδοϲ. ἔνιοι δὲ κακῶϲ δαϲύνουϲιν ὥϲτε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππουϲ δεδέϲθαι. A. 505. 6. 7. ἠ: διαπορητικὸϲ ὁ ὕϲτεροϲ, διὸ περιϲπαϲτέοϲ· τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A.