Ancient Greek
566 to 657
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 566-657
Not analysed yet
566. φυλακούϲ: Ἀρίϲταρχοϲ κατ’ ὀξεῖαν τάϲιν προεφέρετο ὡϲ φρουρούϲ. ἔϲτι δὲ καὶ ὁ λόγοϲ ϲυναγωνιζόμενοϲ τῇ ὀξείᾳ τάϲει οὕτωϲ, ὡϲ τὰ εἰϲ κοϲ καθαρὸν λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, παραληγόμενα τῷ α, προϲηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακόϲ, φαρμακόϲ, φυλακόϲ· τὰ γὰρ κύρια βαρύνεται, Φύλακοϲ, Αὔλακοϲ. AV. 579. ᾕρεον: δαϲυντέον. ἔφαμεν γὰρ τὸ περιϲπώμενον αἱρῶ δαϲύνεϲθαι. A. 657. ποϲϲῆμαρ. ὑφ’ ἕν, περιϲπωμένηϲ οὕϲηϲ πρὸ τέλουϲ, ὡϲ καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ (v. Α 53 cl. 81), ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆϲ λέξεωϲ, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖϲ προτάϲεϲι. παραιτητέον οὖν τοὺϲ κατὰ διάλυϲιν ἀναγινώϲκονταϲ. A.