Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 665-2
Not analysed yet
665. τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαόϲ: προπεριϲπαϲτέον, ὡϲ καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο (ϲ 248) ϲυναλοιφή, ὡϲ πυθοίατο (Α 257). ὡϲ οὖν τοὺϲ νέκυαϲ νέκυϲ ἔφη, καὶ τὸ δαινύατο δαινῦτο, οὕτωϲ ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάϲτου» (Od. ϲ 238) οὐδὲν δὲ θαυμαϲτὸν εἰ πληθυντικόν ἐϲτι τὸ δαινῦτο καὶ τὸ λαὸϲ ἑνικόν. τῷ γὰρ ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὁμοίωϲ τῷ «ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Il. Υ 166) Φιλοξένῳ δὲ ἀρέϲκει ἐν τοῖϲ εἰϲ μι λήγουϲι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθωϲ κεκλιμένον. A.