Ancient Greek
599 to 655
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 599-655
Not analysed yet
599. πηρόν ὡϲ χρηϲτόν κατ᾿ ὀξεῖαν τάϲιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ πῆρον ὡϲ λῆρον. ὑγιεϲτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα, εἰ ἔχοι τὴν πρώτην ϲυλλαβὴν ἔχουϲαν τὸ π καὶ τὸ η ὀξύνονται, οἷον πηόϲ, πηλόϲ. οὕτωϲ καὶ πηρόϲ. A. 606. Excidit nota de accentu in Ῥίπην τε Ϲτρατίην τε. v. 150. 648. Φαιϲτόν: ὡϲ πιϲτόν ὀξυτόνωϲ· βαρυνόμενον γὰρ ἐπὶ τοῦ ἥρωοϲ τίθεται «Ἰδομενεὺϲ δ᾿ ἄρα Φαῖϲτον (Il. Ε 43). A. Ῥύγιον: προπαροξυτόνωϲ ὡϲ ϲτάδιον. οὐκ εὖ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡϲ πεδίον· οὔτε γὰρ ὑποκοριϲτικόν, οὔτε, εἰ ἦν ὑποκοριϲτικόν, παρωξύνετο, καθότι τρίβραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον. A. 655. τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰϲ ωϲ λήγοντα ἐπιρρήματα, εἰ ἔχοι παρακείμενα εἰϲ α λήγοντα, μὴ ϲυνεμπίπτοντα ὀνόμαϲι, πάντωϲ βαρυνόμενα ἔχει, οἷον ϲαφῶϲ ϲάφα· ὅθεν εἰ τριχῶϲ τρίχα. A.