Ancient Greek
ΕΙϹ ΤΗΝ Β.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 662
Not analysed yet
662. κατέκτα: Πτολεμαῖόϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ Ἀρίϲταρχον ἀνεγνωκέναι ὁμοίωϲ τῷ «ἔκτα ϲὺν οὐλομένῃ ἀλόχῳ» (Od. λ 410) κατὰ ϲυϲτολήν. Τυραννίων δὲ κατ᾿ ἔκταϲιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπ᾿ Ἀριϲτάρχου «ὣϲ ἔμεν ὡϲ ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν» (Il. Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωϲιϲ ἡ κατὰ ϲυϲτολὴν ἀφορμὴν ἔϲχε τὴν τῆϲ ἀποκοπῆϲ, ὁμοίωϲ τῷ «οὖτα κατὰ λαπάρην» (Il. Ζ 64). A.