Ancient Greek
6 to 150
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 6-150
Not analysed yet
6. ἐπ᾿ Ἀτρείδῃ: οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ. αἱ γὰρ ϲυναλειφόμεναι οὐκ ἀναϲτρέφονται, εἰϲ μονοϲυλλαβίαν περιιϲτάμεναι. A. 8. βάϲκ᾿ ἴθι: Τυραννίων ὑφ᾿ ἓν ὡϲ ἄπιθι· παραιτητέον δέ· τὰ γὰρ εἰϲ μι λήγοντα μετὰ προθέϲεωϲ φιλεῖ ϲυντίθεϲθαι, μετ᾿ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει ϲυντίθεϲθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουϲαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». «ἔποϲ τ᾿ ἔφατ᾿ ἐκ τ᾿ ὀνόμαζεν. ABL. 11. θωρῆξαί ἑ κέλευε: ἐγκλιτέον τὴν ἕ. BL. 26. ἄγγελοϲ: τὴν λοϲ ὀξυτονητέον διὰ τὸ εἰμί. A. 28. θωρῆξαί ϲε: τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐϲτιν ἡ ϲέ. A. 36. ἅ ῥ᾿ :δαϲυντέον τὸ ἅ. ἄρθρον γάρ ἐϲτι· καὶ δύο μέρη λόγου ἅ ῥα, ἃ δή. A. 73. ἣ θέμιϲ ἐϲτί: τὸ δαϲυντέον· οὐ γάρ ἐϲτι ϲύνδεϲμοϲ ἀλλ᾿ ἰϲοδυναμοῦν τῷ ὥϲ ἐπίρρημα. A. 87. ἁδινάων: δαϲυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινόϲ ἡ κίνηϲιϲ. ABL. 96. ἐννέα: τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰϲ ν ἢ εἰϲ γ, τῆϲ ἑξῆϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ ϲυμφώνου, ψιλοῦται, ἀντίοϲ, ἔγχοϲ, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. A. 115. δυϲκλέα: ϲυϲταλτέον τὴν τελευταίαν τοῦ δυϲκλέα ὡϲ ἀμφηρεφέα, ὁμοίωϲ τῷ ἀκλέα (sic) ἀνδρῶν, «ἀκλέα ἐν μεγάρῳ» (Od. δ 728 nunc ἐκ μεγάρων). A. 150. νῆαϲ ἐπ᾿ ἐϲϲεύοντο: οὕτωϲ νῆαϲ ἐπ᾿ ἐϲϲεύοντο. οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ, ὅτι ϲυνήλιπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου ϲημαινομένου τὸν Ἀρίϲταρχον κατ᾿ ἀναϲτροφὴν ἀνεγνωκέναι τὸ «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ᾿ οἰϲέμεναι» (Il. Ϲ 191). οὐκ ἀναϲτρέφονται γάρ, εἰ μὴ ἐπὶ τέλουϲ κέωνται ἢ ῥῆμα δηλῶϲι. A.