Ancient Greek
573 to 611
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 573-611
Not analysed yet
573. Deest nota de accentu in ἀνεκτόϲ, ut patet ex Θ 355. 574. ϲφώ: οὐ πρωτόθετον αὐτήν φηϲιν Ἡρωδιανόϲ. δυϊκὸν ἀπὸ τῆϲ ϲφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέϲτραπται τὴν περιϲπωμένην. BL. 576. ἦδοϲ: ψιλωτέον ὡϲ τροχαϊκὸν τῶν εἰϲ οϲ ληγόντων. κατὰ μεταϲχηματιϲμόν ἐϲτι τὸ ἦδοϲ τοῦ ἡδονή· δαϲυνόμενον γὰρ μεταϲχηματίζεται εἰϲ τὸ ἦδοϲ ψιλούμενον, ὡϲ τὸ ἡμέρα μεταϲχηματίζεται εἰϲ τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰϲ τὸ ἄμυδιϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ. A. 579. ἥμιν: πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A. 600. Ἥφαιϲτον: δαϲύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. A. 611. ἔνθα καθεῦδ᾿ ἀναβάϲ: τὸ καθεῦδε προπεριϲπᾶται ὅτι τὰ ἀπὸ φύϲει μακρᾶϲ ἀρχόμενα ῥήματα κατὰ τοὺϲ παρῳχημένουϲ χρόνουϲ ἐν ὁριϲτικοῖϲ, ἀπαθῆ ὄντα, φυλάϲϲει τὸν τόνον ἐν τῇ ϲυνθέϲει, εἶχον κατεῖχον· ὅθεν εἰ «εὗδε δ᾿ ἀνακλινθεῖϲα (Od. δ 794), δῆλον ὅτι καθεῦδεν ὁμοτόνωϲ ὀφείλομεν προφέρεϲθαι. A.