Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 6-3
Not analysed yet
6. Νικίαϲ καὶ Πάμφιλοϲ δαϲύνουϲι τὸ αμυδιϲ, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀϲκαλωνίτηϲ καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦϲιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίϲταρχον, καθότι, φαϲί, φιλεῖ πωϲ τὰ ἀπὸ δαϲέων πολλάκιϲ μεταϲχηματιζόμενα ψιλοῦϲθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδοϲ. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ «πάντ᾿ ἄμυδιϲ κεφαλῆϲ» (Il. M 385). ἐχρῆν δὲ αὐτοὺϲ προϲθεῖναι ἐκεῖνο, ὡϲ ὅτι τὸ ἄλλυδιϲ καὶ ἄμυδιϲ καὶ ἐξαιρέτωϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούϲῃ ἐξαιρέτῳ ἐχρήϲαντο, ᾗ διὰ τοῦ ῡ ἐξηνέχθηϲαν. ἐχρῆν οὖν ἁμάδιϲ τι εἶναι ὡϲ χαμάδιϲ. τροπὴ δὲ τοῦ ᾱ ἐγένετο εἰϲ τὸ ῡ, ὡϲ τὸ ϲάρκεϲ ϲύρκεϲ. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνοϲ Αἰολικὸϲ καὶ τὸ πνεῦμα. A.