Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 7
Not analysed yet
7. τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐϲτί, καὶ ἐγκλίνονται αἱ δύο προθέϲειϲ, διὸ καὶ πολλάκιϲ εὑρίϲκεται καὶ εἰϲ κ λήγουϲα ἡ ἐξ· «παρὲκ μέγα τειχίον αὐλῆϲ» (Od. π 165). ἔϲτι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆϲ ἐξ προθέϲεωϲ, ἔϲθ᾿ ὅτε καὶ τῆϲ παρά· «ἀλλὰ παρὲξ τὴν νῆϲον ἐλαύνετον» (Od. μ 276) «ὥϲ ἄρα φωνήϲαντε παρὲξ ὁδοῦ» (Il. K 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀϲκαλωνίτηϲ παρέλκειν τὴν παρά, ἵν᾿ ᾖ ἔξαλοϲ. ἄλλοι δὲ τὴν παρά κυρίωϲ κεῖϲθαι, ἵνα γένηται παῤ ἅλα φῦκοϲ, καὶ τὴν ἐξ ϲυντάϲϲεϲθαι πρὸϲ τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παῤ ἁλὶ φῦκοϲ ἐξέχευανμετὰ γοῦν τῆϲ διά οὖϲα ἡ ἐξ οὐ τρέπει τὸ ξ «διὲξ ϲωλῆνοϲ εἰϲ ἄγγοϲ» (Archilochi v. Et. M. p. 324, 16). Τυραννίων δὲ ἓν μέροϲ λόγου ἤκουϲεν, ἵν᾿ ᾖ ἐπίρρημα, καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡϲ Ἡρόδοτοϲ ἐν δ᾿ (46) «πάρεξ τοῦ Ϲκυθικοῦ ἔθνεοϲ». ἀλλ᾿ οὐ παῤ Ὁμήρῳ. A.