Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 605
Not analysed yet
605. τιμῆϲ ἔϲεαι. τινὲϲ τὸ τιμῆϲ διὰ τοῦ ῑ γράφουϲιν, ἀπὸ γὰρ τοῦ τιμήειϲ. οὕτωϲ καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυϲὸν τιμῆντα» (Il. 475). καίτοι λόγοϲ ἐϲτίν, ὡϲ πᾶϲα εὐθεῖα ἀρϲενικοῦ ὀνόματοϲ ἐν τῇ τελευταίᾳ δύο ἔχουϲα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶϲ τοῦ Θρᾷξ. οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. Ἀρίϲταρχοϲ γὰρ ἄνευ τοῦ ῑ, οὐχ ὑγιῶϲ δὲ γενικὴν ἐκδέχεται, λειπούϲηϲ φράϲεωϲ· τιμῆϲ γάρ φηϲιν ἄξιοϲ ἔϲῃ. ὁ δὲ Χαῖριϲ βοηθῶν αὐτῷ φηϲιν ὅτι ἐπιφέρει «οὔτι με ταύτηϲ χρεώ τιμῆϲ». A. ἀλαλκών: ὀξυτονητέον· δευτέρου γὰρ ἀορίϲτου ἐϲτίν. ὡϲ ἀγαγών καὶ ἀγαγεῖν, οὕτωϲ καὶ ἀλαλκών καὶ ἀλαλκεῖν. A.