Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 614
Not analysed yet
614. ἵνα μημοι ἀπέχθηαι φιλέοντι. ὁ Ἀϲκαλωνίτηϲ ἀναγινώϲκει ἵνα μημοι τὰϲ δύο βαρυτόνωϲ, οἷον ἵνα μὴ ἐμοί κατ᾿ ὀρθὴν τάϲιν· ϲυγκριτικὴ γάρ ἐϲτι, φηϲίν, ὡϲ πρὸϲ τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶϲ φηϲιν. ἡ μέντοι παράδοϲιϲ ἐγκλιτικῶϲ ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖϲα, ὁμοίωϲ τῷ «μή μοι οἶνον ἄειρε» (Il. Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ᾿ ἀποβεβλῆϲθαι. καὶ ὁμοία ἐϲτὶν ἡ πλάνη τῷ «ἤ μ᾿ ἀνάειρε ἢ ἐγώ ϲε» (Il. Ψ 724) καὶ τῷ «τάχα δή με διαρραίϲουϲι καὶ αὐτόν» (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖϲθαι. ἀλλὰ τῷ μὴ ὁρᾶϲθαι κατ᾿ ἀρχὴν τὸ ε οὕτωϲ ἀνέγνωϲαν· τοῦτο γὰρ ἐπακολουθεῖ τοῖϲ πρωτοτύποιϲ. ἐχρῆν δὲ αὐτοὺϲ ἐπιγνῶναι ὅτι κρᾶϲιϲ δύναται ἐπακολουθεῖν, καὶ οὕτωϲ ῥῶϲαι τὴν ὑγιῆ ἀνάγνωϲιν. A.