Ancient Greek
62 to 355
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 62-355
Not analysed yet
62. ἐμεῦ ἀπομηνίϲαντοϲ. ὁ μὲν Ἀϲκαλωνίτηϲ ὡϲ ἀποφοιβήϲαντοϲ. καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ. A. 80. τὸ ὐββάλλειν ψιλωτέον· ἔϲτι γὰρ Αἰολικόν (cf. l 6), ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῷ κ τῆϲ καθόλου. A. 81. τὸ ἀκούϲαι παροξυτονητέον· ἔϲτι γὰρ εὐκτικόν. A. 87. ἠεροφοῖτιϲ: προπεριϲπαϲτέον ὁμοίωϲ τῷ πρωθῆβιϲ καὶ πολῖτιϲ. πειϲτέον δὲ μᾶλλον τοῖϲ παρὰ τὸν ἀέρα ἐκδεξαμένοιϲ τὴν ϲύνθεϲιν γεγονέναι (non ab ἔρα ἡ ἐροφοῖτιϲ, ut ex sch. BV ntelligitur) ἐπεὶ ἀοράτωϲ φοιτᾶ· ἀέρα γὰρ λέγει τὸ ϲκοτεινὸν κατάϲτημα· «ἠέρι γὰρ κατέχοντο» (ΙI. P 368) καὶ «ἀὴρ παρὰ νηυϲὶ βαθεῖ’ ἦν (0d. ι 144). A. 90. θεὸϲ διὰ πάντα τελευτᾶ πρέϲβα Διὸϲ θυγάτηρ Ἄτη: ὁ μὲν Ἀϲκαλωνίτηϲ περιϲϲὴν ἡγεῖται τὴν διά πρόθεϲιν· εἰναι γὰρ τὸ ἑξῆϲ θεὸϲ πάντα τελευτᾷ. Δίδυμοϲ δὲ ἡγεῖτο ϲημαντικὴν αὐτὴν εἰναι τοῦ διόλου καὶ μὴ παρέλκειν ὥϲπερ ἐπὶ τοῦ διηλίτηϲ ὁ δι’ ὅλου ἁμαρτάνων. οὐ προϲεκτέον δὲ τοῖϲ ὑφ’ ἓν ἀνεγνωκόϲιν (sc. θεόϲδια). Β. 107. ψευϲτήϲειϲ ὡϲ κρατήϲειϲ. A. 209. ἰείη ψιλῶϲ. καὶ παράκειται τὸ ἰέναι ἀπαρέμφατον. V. ?270. διδοιϲθα: οἱ μὲν βαρύνουϲιν ὡϲ Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι (cf. Αhrens. 13 7), δίδοιϲ, δίδοιϲθα ὡϲ τίθηϲθα οἱ δὲ περιϲπῶϲιν ἐπέκταϲιν εἶναι οἰόμενοι ἀπὸ τοῦ διδοῖϲ. Β. φηϲὶ γοῦν «πολλὰ διδοῖ» Ιl. ι 519). V. 335. ἀκαχηϲθαι: προπεριϲπᾶται ὡϲ λελυπῆϲθαι οἱ δὲ προπαρώξυναν ὡϲ Αἰολικὸν ἐν παρατατικῇ ϲημαϲίᾳ, ἐπεὶ οἰδε καὶ τὴν ἀκαχήμενοϲ μετοχὴν τοιαύτην, οἰϲ καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. A. 355. ταρφειαί: Ἀρίϲταρχοϲ ἀνέγνω ὡϲ πυκναί. οὕτωϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ· καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. A.