Ancient Greek
ΕΙC ΤΗΝ Τ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 56-2
Not analysed yet
56. Ἀτρείδη, ἢ ἄρ τι τόδ’ ἀμφοτέροιϲιν ἄρειον ἔπλετο, ϲοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρ ῳ ἔριδι μενεήναμεν: τὸν ἦ ϲύνδεϲμον περιϲπαϲτέον· ἔϲτι γὰρ διϲταϲτικόϲ, ἀρκτικόϲ, τῆϲ κλητικῆϲ ἀνάπαυϲιν λαβούϲηϲ. εἰϲὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθ’ ὑπερβατὸν ϲυντάϲϲοντεϲ τῷ περ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ· ἄρτι τοῦτο ἀμφοτέροιϲ ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖϲ ἀχνύμενοι μενεήναμεν. οὐκ ἔϲτι δέ, ἀλλὰ ὡϲ εἴπομεν, ἵνα ῇ ἐρώτηϲιϲ Ἀτρείδη, ἆρά τι κρεῖϲϲον ἐκ τῆϲ ἔριδοϲ ἐγένετο ἡμῖν, A.