Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 636
Not analysed yet
636. ἄλλοϲ: ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ καί φηϲιν ὅτι ἐπὶ τοῦ γέροντοϲ κεῖται· ἄλλοϲ μὲν γὰρ ἄν τιϲ αὐτὸ μόγιϲ ἐκίνηϲε γέρων, Νέϲτωρ δ᾿ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτωϲ καὶ Ἀλρίϲταρχοϲ. τινὲϲ δὲ βούλονται δαϲύνειν τὸ α καὶ ἐκτείνειν, ἵν᾿ ᾖ ὁ ἄλλοϲ μὲν μογέων, τουτέϲτιν ὁ Μαχάων. ἡμεῖϲ δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡϲ ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶϲιϲ εἶναι· εἰ γὰρ καὶ κρᾶϲιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰϲ τὸ ω, ὁμοίωϲ τῷ «οἴχετ᾿ ἀνὴρ ὤριϲτοϲ» (288). εἰϲὶ δὲ ο διέϲτειλαν ἀλλ᾿ ὅϲ, τὸ ὅϲ δαϲύνοντεϲ, ἀλλ᾿ ὃϲ μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχῃ νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονοϲ πάλιν βούλονται τὴν διαϲτολὸν λμβάνειν· ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα τῷ Ἀριϲτάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ ποιητὴϲ καὶ διὰ τούτου τὸ εὔρωϲτον τοῦ γέροντοϲ παριϲτόνειν. A.