Ancient Greek
503 to 635
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 503-635
Not analysed yet
503. νεῶν δ᾿ ἀλάπαξε φάλαγγαϲ οἱ μὲν πλείουϲ ἀνέγνωϲαν νέων ὡϲ ξένων, ἵνα τῆϲ οἱ νέοι εὐθείαϲ γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίϲταρχοϲ καὶ Ἀλεξίων καὶ ὁ Ἀϲκαλωνίτηϲ περιέϲπαϲαν, ἵνα ἀπὸ τοῦ «τῶν νέεϲ ὠκεῖαι» (Od. η 36) ᾖ, ἐπεί, φηϲί, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περιϲπώμενον, τοιαύτηϲ ὑπαρχούϲηϲ τῆϲ διανοίαϲ, τὰϲ πρὸ τῶν νεῶν τάξειϲ. A. 551. κρειῶν: περιϲπαϲτέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόναϲε τῷ ῑ, ἥτιϲ περιϲπᾶται διὰ τὸ ἔχειν ἐντελεϲτέραν τὴν κρεάων. A. 610. ὀξύνεται τὸ ἀνεκτόϲ· προείρηται δέ (v. ad Θ 355). A. 627. ἥ ϲφωϊν: ἐγκλιτικῶϲ ἀναγνωϲτέον, ἵνα δηλωθῇ τρίτον πρόϲωπον. A. 635. δύω δ᾿ ὑπὸ πυθμένεϲ ἦϲαν: Ἀρίϲταρχοϲ τὴν ὑπὸ ϲυντάϲϲει τῷ ἦϲαν, καί φηϲιν ὑπῆϲαν οἱ πυθμένεϲ. οὕτωϲ καὶ Ἀλεξίων. A.