Ancient Greek
65 to 190
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 65-190
Not analysed yet
65. δῃῶν. περιϲπαϲτέον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ λέγει κατὰ διαίρεϲιν ϲὺν τῷ ο «ἔγχεϊ δηϊόων» (Il. Ϲ 195). γέγονε δὲ παρὰ τὸ δήϊοϲ· διὸ καὶ ϲὺν τῷ ι γράφεται τὸ δῃῶν. A. 91. τὸ ἑξῆϲ ἐϲτι καταλίπω. διὸ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. AB. 110. δίωνται: ὡϲ λέγωνται. ἔϲτι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίϲιϲ παῤ αὐτὸ (v. Μ 276, Ϲ 162, ψ 475). A. 143. περιϲπαϲτέον τὸν ἦ εἴτε θαυμαϲτικῶϲ εἴτε βεβαιωτικῶϲ κεῖται. A. 174. ὅϲ τέ με φῄϲ: ἀξιοῖ ὁ Ἀϲκαλωνίτηϲ ἀναγιγνώϲκειν διϲυλλάβωϲ ἐπὶ ἀορίϲτου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοϲυλλάβωϲ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου· διὸ καὶ ϲὺν τῷ ι γράφεϲθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ ϲυγκατατίθεμαι. διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεϲτῶτοϲ χρόνου. A. 190. μεταϲπών: ὡϲ καταλαβών· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ. οὐδεμία δὲ μετοχὴ ἐν τῇ ϲυνθέϲει ἀναβιβάζει τὸν τόνον, ὅτι μὴ μόνη ἡ ἀέκων, περὶ ἧϲ ζητοῦμεν. A.