Ancient Greek
656 to 812
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 656-812
Not analysed yet
656. τὸ ἁμαρτῇ δαϲέωϲ. περιϲπᾷ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ ὀξύνει δὲ ὁ Ἀλρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ᾿ αὐτὸν χωρὶϲ τοῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περιϲπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A. 672. 673. ἢ: ὁ μὲν πρότεροϲ κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περιϲπαϲτέον. A. 683. Χρομίον παροξυτόνωϲ, Ἅλιον προπαροξυτόνωϲ εἴπομεν (ὁ Δίων —immo Ἡρωδιανὸϲ —φηϲί V) τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεϲθαι καὶ ἐϲημειούμεθα τὸ Ἅλιοϲ, Ξένιοϲ, Κρόνιοϲ (B 495). ἐπεκράτηϲε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν τὸ Ἅλιοϲ προπαροξυνόμενον. ABV. 736. ἡ: δαϲυντέον τὸ η· ἄρθρον γάρ ἐϲτιν ἀντωνυμικόν. τινὲϲ δὲ ψιλοῦϲι ϲύνδεϲμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶϲ. A. 739. ἣν πέρι μὲν πάντῃ φόβοϲ ἐϲτεφάνωται: ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ἵνα πρὸϲ τὸ ἥν ϲυντάττηται. A. 759. ἕκηλοι: δαϲυντέον· παρὰ γὰρ τὸ ἑκών ἐγένετο. ὅπερ ἐϲτὶ ϲημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡϲυχάζων ἄλλωϲ τε τὸ πρὸ τοῦ κ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ἢ προθέϲεωϲ ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι (ut ἐκεῖνοϲ) οἷον ἑκάϲ Ἑκάτη. οὕτωϲ ἄρα καὶ ἕκηλοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. AB. 784. ϲτᾶϲ᾿: περιϲπαϲτέον· ἔϲτι γὰρ τὸ πλῆρεϲ ϲτᾶϲα. A. 787. ἐλέγχεα: ὡϲ τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν. A. 798. ἴϲχων: ὡϲ λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεϲθαι ὡϲ δευτέρου ἀορίϲτου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν ϲχών. A. 800. ἦ ὀλίγον ο παῖδα ἐοικότα γείνατο Τυδεύϲ. τὸν περιϲπαϲτέον· βούλονται γὰρ αὐτὸν ἰϲοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτοϲ γὰρ ὁ κατ᾿ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦϲιν, ἐπεὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A. 812. νύ ϲε: ὁ ἤ ὀξύνεται· διαζευκτικὸϲ γάρ. φυλάϲϲεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔϲχεν ὀξεῖαν διὰ τὴν ϲέ ἐγκλιτικὴν οὖϲαν. A.