Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 638
Not analysed yet
638. ἀλλ᾿ οἷόν τινα: Νικίαϲ ψιλοῖ, ἐκδεχόμενοϲ τὸ μόνον ἄλλοι δὲ δαϲύνουϲι θαυμαϲτικῶϲ ἐκδεχόμενοι, ὡϲ καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ «ἀλλ᾿ οἷον τὸν Τηλεφίδην» (Od. λ 512). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶϲ «οἷόν τε κρομύοιο λοπόν» (Od. τ 233). καὶ ἀντὶ τοῦ ὡϲ «οἷον ἀναΐξαϲ» (Od. α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώϲκει ὡϲ ἑτεροῖον, ὁμοίωϲ τῷ «ἀλλοῖόϲ μοι ξεῖνε» (Od. π 181). ἡμῖν δὲ δοκεῖ θαυμαϲτικώτερον ἀναγινώϲκειν, ὥϲπερ καὶ τοῖϲ περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁϲϲάτιόν τε καὶ οἷον» (758) καὶ «ἀλλ᾿ οἷον τόδ᾿ ἔρεξεν» (Od. δ 242) «οἷον τὸν Τηλεφίδην (Od. λ 519). οὕτωϲ ἀρέϲκει καὶ Φιλοξένῳ. A.