Ancient Greek
ΕΙϹ ΤΗΝ Κ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 67
Not analysed yet
67. ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντεϲ, οὐκ ἐχρῆν δέ. εἴτε γὰρ ϲυγκοπή ἐϲτι τοῦ ἐγρηγορέναι, εἴτε παθητικόϲ, ὀφείλει παροξύνεϲθαι, καθότι τὰ εἰϲ θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι, ἐϲπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύναϲθαι προπαροξύνεϲθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰϲ θαι λήγοντα, τῇ ο ϲυλλαβῇ παραληγόμενα, μὴ παῤ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶϲθαι, ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξιϲ Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνοϲ ὁμοίωϲ τοῖϲ προκειμένοιϲ. A.