Ancient Greek
93 to 105
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 93-2-105
Not analysed yet
93. αἰνῶϲ γὰρ Δαναῶν περιδείδια: πιθανώτερόν πωϲ ἐϲτιν ναϲτρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον. A. 95. ἐκθρώϲκει: Νικίαϲ κατ᾿ ἰδίαν τὴν πρόθεϲιν ποιεῖ, ἵνα τὸ ἑξῆϲ γίνηται ἐκ ϲτηθέων θρώϲκει. ἄμεινον δὲ ἕν ποιεῖν, ἐκθρώϲκει ὡϲ ἐκτρέχει. A. ὑπό: κακῶϲ Νικίαϲ ἀναϲτρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A. 105. ὅϲα πού νυν ἐέλπεται: τὸ νῦν ἐνθάδε ϲυϲταλτέον διὰ τὸ μέτρον, ὥϲπερ καὶ ἐπὶ τοῦ «δεῦρό νυν ἢ τριπόδοϲ» (Il. ψ 485). A.