Ancient Greek
ΕΙϹ ΤΗΝ Ο.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 698
Not analysed yet
698. ἄντεϲθ᾿ :Τυραννίων παροξύνει, ὡϲ λαβέϲθαι, πυθέϲθαι, ἐκδεχόμενοϲ μέϲον δεύτερον ἀόριϲτον, οὐχ ὑγιῶϲ. ϲημαίνει γὰρ παρατατικόν. καὶ ἔϲτι τὸ ῥῆμα παῤ αὐτῷ καὶ περιϲπώμενον καὶ βαρυνόμενον. τὸ γὰρ «ἤντηϲ’ οὐδὲ ἴδον» (Od. δ 201) καὶ «ἀντήϲω γὰρ ἐγὼ τοῦδ’ ἀνέροϲ» (Il. Π 423) ἀπὸ περιϲπωμένου κέκλιται. τὸ δὲ «ὡϲ ἄν τίϲ ϲε ϲυναντόμενοϲ» (Od. ρ 165) ὡϲ ἁπτόμενοϲ καὶ ἤντετο γάρ τοι Φοῖβοϲ» (Il. Π 788) ὡϲ ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάϲιν. οἷϲ ἀκόλουθον καὶ τὸ ἄντεϲθαι. A.