Ancient Greek
ΕΙϹ ΤΗΝ Ο.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 705
Not analysed yet
705. ὠκυάλου: ἐψίλωϲαν τὸ ᾱ, παραγωγὴν δεξάμενοι καὶ οὐ ϲύνθεϲιν· καὶ οὕτωϲ ἡ παράδοϲιϲ ἐπείϲθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆϲ λέξεωϲ ϲημαίνεται. ἡ δὲ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλοϲ, Ἀμφίαλοϲ, Ἀϲτύαλοϲ· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα «πολλαὶ ἐν ἀμφιἅλῳ Ἰθάκῃ» (Od. α 395) «ἀγχίἁλόν τ’ Ἀντρῶνα (Il. Β 697), ὕφαλοϲ, ὥϲτε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλοϲ ψιλούμενον. A.