Ancient Greek
73 to 130
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 73-130
Not analysed yet
73. ὑποδεξείη ὡϲ Ἀργείη, τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι κοινὸν ὑποδεξία ὡϲ παρὰ τὸ ἀνόρεκτοϲ ἀνορεξία. ταῦτα ἐν τῇ προϲῳδίᾳ· ἐν μέντοι τῇ καθόλου οὕτωϲ. «πᾶϲά τοί ἐϲθ᾿ ὑποδεξίη»· ἕνεκα μέτρου ἔκταϲιν ἔπαθε τοῦ ῑ. ἀγνοίᾳ μέντοι τἀκριβοῦϲ διὰ τῆϲ ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτωϲ ἔχει ἡ τῶν ἀντιγράφων παράδοϲιϲ. D. 102. τὸ ἕξεται δαϲυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλλοντοϲ δαϲυνομένου μέϲοϲ ἐϲτίν. A. 130. Λεϲβίδαϲ —ἐξελόμην: Ἀρίϲταρχοϲ ψιλοῖ καὶ πρόθεϲιν παραδέχεται ὥϲτε εἶναι ἓν μέροϲ λόγου. A.