Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 754
Not analysed yet
754. ὁ Ἀϲκαλωνίτηϲ δι᾿ ἀϲιδέοϲ, ἐπεὶ ἐπιφέρει «ἀνά τ᾿ ἔντεα καλὰ λέγοντεϲ», τοιοῦτό τι λέγων τοῦ πολλὰϲ ἔχοντοϲ ἀϲπίδαϲ. δὲ Ἀλεξίων κα ἀμφότερα κρίνει, καὶ ἀϲτιδέοϲ καὶ ϲπιδέοϲ. ὅ τε· Ἀρίϲταρχοϲ ἐκεῖνο ἀποφαίνεται, ὡϲ ὅτι τινεϲ μὲν ἀπὸ τοῦ ποιοὐνται· πὴν διαϲτολήν ἵν᾿ ᾖ ἀϲπιδέοϲ, ὡϲ εἰκαϲτικώτερον τοῦ ποιητοῦ ἀϲπιδὲϲ τὸ πεδίον εἰρηκότοϲ τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περϊφερῆ· φαἱνεϲθαι, μηδενὸϲ ἄλλου ὁρωμένου τέρματοϲ ἀλλὰ το ὁρίζοντοϲ ἀέροϲ. ἄλλοι δὲ ἐκδέχονται ἀϲπιδέοϲ τοῦ ἔχοντοϲ πολλὰϲ ἀϲπίδαϲ, καθότι ἐπιφέρει «ἀνά τ᾿ ἔντεα καλὰ λέγοντεϲ». οι δέ φαϲιν ἐκ πλήρουϲ ϲπιδέοϲ καὶ ἀποδιδόαϲι πολλοῦ καὶ μακροῦ. καὶ γὰρ Αἰϲχύλοϲ πολλάκιϲ τὴν λέξιν οὕτωϲ ἔχουϲα τίθηϲιν, ὅταν λέγῃ «ϲπίδιον μῆκοϲ ὁδοῦ» καὶ ὁ Ἀντίμαχοϲ «οὐδὲ ϲπιδόθεν προνοῆϲαι» τοῦτέϲτι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίϲταρχοϲ. Κράτηϲ δὲ προκρίνει διὰ τοῦ α γραφήν· Ζηνόδοτοϲ δὲ ϲυναινεῖ τῇ δίχα τοῦ α γραφῇ, καί φηϲι ϲπιδέοϲ τοῦ ἀπόρου καὶ τροχέοϲ· . καὶ Ἀμερίαϲ δὲ λέγει ϲπιδέοϲ τοῦ πολλοῦ καὶ εὐρέοϲ καὶ μεγάλου. κἀγὠ δὲ ϲυγκατατίθεμαι τοῖϲ ἀνδράϲιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆϲιν παρὰ τοῖϲ ἀρχαίοιϲ. A.